Ancient Greek
Paragraph 23
Theon Smyrnaeus, De utilitate mathematicae 23
Not analysed yet
παραλληλόγραμμοι δέ εἰσιν ἀριθμοὶ οἱ δυάδι ἢ καὶ μείζονι ἀριθμῷ τὴν ἑτέραν πλευρὰν τῆς ἑτέρας ὑπερέχουσαν ἔχοντες, ὡς ὁ δὶς δʹ καὶ ὁ τετράκις ϛʹ καὶ ὁ ἑξάκις ηʹ καὶ ὁ ὀκτάκις ι΄, οἵτινές εἰσιν ὁ ηʹ κδʹ μηʹ π΄.