Ancient Greek
Paragraph 35
Theon Smyrnaeus, De utilitate mathematicae 35
Not analysed yet
ἔτι τῶν ἀριθμῶν οἱ μὲν ἰσάκις ἴσοι τετράγωνοί εἰσιν, οἱ δὲ ἀνισάκις ἄνισοι ἑτερομήκεις καὶ προμήκεις, καὶ ἁπλῶς οἱ διχῶς πολλαπλασιαζόμενοι ἐπίπεδοι, οἱ δὲ τριχῶς στερεοί. λέγονται δὲ ἐπίπεδοι ἀριθμοὶ καὶ τρίγωνοι καὶ τετράγωνοι καὶ στερεοὶ καὶ τἆλλα οὐ κυ- ρίως ἀλλὰ καθʼ ὁμοιότητα τῶν χωρίων ἃ καταμετροῦ- σιν· ὁ γὰρ δ΄, ἐπεὶ τετράγωνον χωρίον καταμετρεῖ, ἀπʼ αὐτοῦ καλεῖται τετράγωνος, καὶ ὁ Ϛ΄ διὰ τὰ αὐτὰ ἑτερο- μήκης.