Ancient Greek
Dfhg-Source dfhg3_THEOPHANES_MYTILENAEUS
THEOPHANES MYTILENAEUS, Fragmenta 6
Not analysed yet
Ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρνακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλδαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν. Αὕτη δ ̓ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δ ̓ αὐτὴν κατεῖχον ἀεὶ, καθάπερ τὴν Σωφηνὴν, τοτὲ μὲν φίλοι τοῖς ἄλλοις Ἀρμενίοις ὄντες, τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δ ̓ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνοὺς, ὥστε μέχρι Τραπεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρχὴν αὐτῶν. Αὐξηθεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων, Ἀντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῷ. Ἐπεμελήθη δὲ οὕτω τῶν τόπων τούτων, ὥστε πέντε καὶ ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευάσατο, οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε. Τούτων δ ̓ ἦν ἀξιολογώτατα ταῦτα· Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία, ἐπιπεφυκὸς τοῖς τῆς μεγάλης Ἀρμενίας χωρίον· διόπερ Θεοφάνης Συνορίαν (Σινορίαν. Συνωρίαν v. l.) παρωνόμασεν.