Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.
Theophilus, Ad Autolycum 12-3
Not analysed yet
Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τὰ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους ἑνὶ πνεύματι θεοῦ λελαληκέναι. ὁ γοῦν Ἠσαΐας οὕτως ἔφη· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. ἔτι ὁ αὐτὸς, διάλυε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, λύε στραγγαλίας βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. ἐὰν ἴδῃς γυμνὸν περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. ὁμοίως καὶ Ἱερεμίας, στῆτε, φησὶν, ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐπερωτήσατε ποία ἐστὶν ἡ ὁδὸς Κυρίου τοῦ θεοῦ ἡμῶν ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. κρίμα δίκαιον κρίνετε, ὅτι ἐν τούτοις ἐστὶ τὸ θέλημα Κυρίου τοῦ θεοῦ ὑμῶν. ὡσαύτως καὶ Ὠσηὲ λέγει· φυλάσσεσθε κρίμα, καὶ ἐγγίζετε πρὸς Κύριον τὸν θεὸν ὑμῶν, τὸν στερεώσαντα τὸν οὐρανὸν, καὶ κτίσαντα τὴν γῆν. καὶ ἕτερος Ἰωὴλ ἀκόλουθα τούτοις ἔφη· συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, εἰσδέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ εὔξασθε πρὸς Κύριον τὸν θεὸν ὑμῶν ἐκτενῶς, ὅπως ἐλεήσῃ ὑμᾶς, καὶ ἐξαλείψει τὰ ἁμαρτήματα ὑμῶν. ὁμοίως καὶ ἕτερος Ζαχαρίας· τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα ἀληθείας κρίνετε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος μὴ μνησικακείτω τῷ ἀδελφῷ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, λέγει Κύριος παντοκράτωρ.