Ancient Greek · ~8 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.
Theophilus, Ad Autolycum 13
Not analysed yet
Ἀλλὰ καὶ τὸ ἀρνεῖσθαί σε νεκροὺς ἐγείρεσθαι· φῂς γὰρ, δεῖξόν μοι κἂν ἕνα ἐγερθέντα ἐκ νεκρῶν, ἵνα ἰδὼν πιστεύσω· πρῶτον μὲν, τί μέγα, εἰ θεασάμενος τὸ γεγονὸς πιστεύεις; εἶτα πιστεύεις μὲν Ἡρακλέα καύσαντα ἑαυτὸν ζῇν· καὶ Ἀσκληπιὸν κεραυνωθέντα ἐγηγέρθαι, τὰ δὲ ὑπὸ τοῦ Θεοῦ σοι λεγόμενα ἀπιστεῖς; ἴσως καὶ ἐπιδείξω σοι νεκρὸν ἐγερθέντα, καὶ ζῶντα, καὶ τοῦτο ἀπιστήσεις. ὁ μὲν οὖν Θεός σοι πολλὰ τεκμήρια ἐπιδείκνυσιν εἰς τὸ πιστεύειν αὐτῷ. εἰ γὰρ βούλει, κατανόησον τὴν τῶν καιρῶν καὶ ἡμερῶν καὶ νυκτῶν τελευτὴν, πῶς καὶ αὐτὰ τελευτᾷ καὶ ἀνίσταται. τί δὲ καὶ οὐχὶ ἡ τῶν σπερμάτων καὶ καρπῶν γινομένη ἐξανάστασις, καὶ τοῦτο εἰς τὴν χρῆσιν τῶν ἀνθρώπων; εἰ γὰρ τύχοι εἰπεῖν κόκκος σίτου ἢ τῶν λοιπῶν σπερμάτων ἐπὰν βληθῇ εἰς τὴν γῆν, πρῶτον ἀποθνήσκει καὶ λύεται, εἶτα ἐγείρεται καὶ γίνεται στάχυς. ἡ δὲ τῶν δένδρων καὶ ἀκροδρύων φύσις, πῶς οὐχὶ κατὰ πρόσταγμα Θεοῦ ἐξ ἀφανοῦς καὶ ἀοράτου κατὰ καιροὺς προσφέρουσι τοὺς καρπούς; ἔτι μὴν ἐνίοτε καὶ στρούθιον, ἢ τῶν λοιπῶν πετεινῶν, καταπιὸν σπέρμα μηλέας, ἢ συκῆς, ἤ τινος ἑτέρου, ἦλθεν ἐπί τινα λόφον πετρώδη, ἢ τάφον, καὶ ἀφώδευσε, κἀκεῖνο δραξάμενον ἀνέφυ δένδρον, τὸ ποτὲ καταποθὲν, καὶ διὰ τοσαύτης θερμασίας διελθόν. ταῦτα δὲ πάντα ἐνεργεῖ ἡ τοῦ Θεοῦ σοφία, εἰς τὸ ἐπιδεῖξαι καὶ διὰ τούτων, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ποιῆσαι τὴν καθολικὴν ἀνάστασιν ἁπάντων ἀνθρώπων. εἰ δὲ καὶ θαυμασιώτερον θέαμα θέλεις θεάσασθαι γενόμενον πρὸς ἀπόδειξιν ἀναστάσεως, οὐ μόνον τῶν ἐπιγείων πραγμάτων, ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ, κατανοήσον τὴν ἀνάστασιν τῆς σελήνης τὴν κατὰ μῆνα γενομένην, πῶς φθίνει καὶ ἀποθνήσκει καὶ ἀνίσταται πάλιν. ἔτι ἄκουσον καὶ ἐν σοὶ αὐτῷ ἔργον ἀναστάσεως γινόμενον, κἂν ἀγνοῇς, ὦ ἄνθρωπε. ἴσως γάρ ποτε νόσῳ περιπεσὼν, ἀπώλεσάς σου τὰς σάρκας, καὶ τὴν ἰσχὺν, καὶ τὸ εἶδος, ἐλέους δὲ τυχὼν παρὰ Θεοῦ, καὶ ἰάσεως, πάλιν ἀπέλαβές σου τὸ σῶμα, καὶ τὸ εἶδος, καὶ τὴν ἰσχύν· καὶ ὥσπερ οὐκ ἔγνως ποῦ ἐπορεύθησάν σου αἱ σάρκες ἀφανεῖς γενόμεναι, οὕτως οὐκ ἐπίστασαι οὐδὲ πόθεν ἐγένοντο, ἢ πόθεν ἦλθον. ἀλλὰ ἐρεῖς· ἐκ τροφῶν καὶ χυμῶν ἐξαιματουμένων. καλῶς. ἀλλὰ καὶ τοῦτο ἔργον Θεοῦ τοῦ οὕτω δημιουργήσαντος καὶ οὐκ ἄλλου τινός.