Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 22
Not analysed yet
Ἐρεῖς οὖν μοι· σὺ φῂς τὸν Θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν; ἄκουε ὅ φημι· ὁ μὲν Θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστι, καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· οὐ γάρ ἐστι τόπος τῆς καταπαύσεως αὐτοῦ. ὁ δὲ λόγος αὐτοῦ, δι᾿ οὗ τὰ πάντα πεποίηκε, δύναμις ὦν καὶ σοφία αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγίνετο εἰς τὸν παράδεισον ἐν προσώπῳ τοῦ Θεοῦ, καὶ ὡμίλει τῷ Ἀδάμ. καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι· φωνὴ δὲ τί ἄλλο ἐστὶν, ἀλλ᾿ ἢ ὁ λόγος ὁ τοῦ Θεοῦ, ὅς ἐστι καὶ υἱὸς αὐτοῦ; οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀληθεία διηγεῖται τὸν λόγον, τὸν ὄντα διαπαντὸς ἐνδιάθετον ἐν καρδίᾳ Θεοῦ. πρὸ γὰρ τὶ γίνεσθαι, τοῦτον εἶχε σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. ὁπότε δ᾿ ἠθέλησεν ὁ Θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησε προφορικὸν, πρωτότοκον πάσης κτίσεως, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας, καὶ τῷ λόγῳ αὐτοῦ διαπαντὸς ὁμιλῶν. ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ, καὶ πάντες οἱ πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν· δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἦν ὁ Θεὸς, καὶ ἐν αὐτῷ ὁ λόγος. ἔπειτα λέγει· καὶ Θεὸς ἦν ὁ λόγος· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Θεὸς οὖν ὢν ὁ λόγος, καὶ ἐκ Θεοῦ πεφυκὼς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων, πέμπει αὐτὸν εἴς τινα τόπον· ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ᾿ αὐτοῦ, καὶ ἐν τόπῳ εὑρίσκεται.