Ancient Greek · ~9 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 24
Not analysed yet
Ἐξανατείλας οὖν ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι· ὅπου γε καὶ φυτεία ὠνόμασται ὑπὸ Θεοῦ πεφυτευμένη. καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκε. τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς, καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν ἑτέρα γῆ, ἀλλ᾿ ἢ ἐν μόνῳ τῷ παραδείσῳ. ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστι, καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν. τῷ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς, σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανὸν, ὑφ᾿ ὃν καὶ ἀνατολὴ καὶ γῆ εἰσιν. Ἐδὲμ δὲ Ἑβραϊστὶ τὸ εἰρημένον, ἑρμηνεύεται τρυφή. ποταμὸν δὲ σεσήμαγκεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ, ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο, οἱ καλούμενοι Φεισὼν καὶ Γεὼν, ποτίζουσι τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεὼν, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀναφαίνεσθαι, τὸν καλούμενον Νεῖλον. οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ᾿ ἡμῖν, οἱ καλούμενοι Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων. θεὶς δὲ ὁ Θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ, εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτὸν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνου δὲ ἐκ τοῦ ξύλου τοῦ τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι· μετέθηκε δὲ αὐτὸν ὁ Θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθεὶς, οὕτω καὶ εἰς οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς, οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων. οὕτω καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονὴν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται) ἔχων ἀϊδιότητα. τῷ δὲ εἰπεῖν, ἐργάζεσθε, οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ, ἀλλ᾿ ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅπως μὴ παρακούσας ἀπολέσῃ ἑαυτὸν, καθὼς καὶ ἀπώλεσε διὰ ἁμαρτίας.