Ancient Greek · ~12 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.
Theophilus, Ad Autolycum 29.1
Not analysed yet
Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηθροισμένων, ὁρᾷν ἔστι τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων, καὶ τὴν θειότητα τοῦ παρ᾿ ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὐδὲ μὴν τὰ καθ᾿ ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν· ἀλλὰ μὲν οὖν ἀρχαιότερα, καὶ ἀληθέστερα. καὶ γὰρ Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος, καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία, καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησὶν, καὶ ὁ Γύγης ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν. . . . . τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νῦν δὲ Ἀττικῆς προσαγορευομένης, ἧς Ὠγύγης τότε ἦρξε. καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις, ἀφ᾿ ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας. ὅτι μὲν οὖν ἀρχαιότερος ὁ Μωσῆς δείκνυται ἁπάντων συγγραφέων (οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ πλείους μετ᾿ αὖτον προφῆται γενόμενοι) καὶ Κρόνου, καὶ Βήλου, καὶ τοῦ Ἰλιακοῦ πολέμου, δῆλόν ἐστι. κατὰ γὰρ τὴν Θάλλου ἱστορίαν, ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου, ἔτεσι τκβ΄. ὅτι δὲ πρός που ἔτεσι (??)ἢ καὶ χιλίοις προάγει ὁ Μωσῆς τῆς τοῦ Ἰλίου ἁλώσεως, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοῦ δὲ Κρόνου καὶ τοῦ Βήλου συνακμασάντων ὁμόσε, οἱ πλείους οὐκ ἐπίστανται τίς ἐστιν ὁ Κρόνος, ἢ τίς ὁ Βῆλος· ἔνιοι μὲν σέβονται τὸν Κρόνον, καὶ τοῦτον αὐτὸν ὀνομάζουσι Βὴλ, καὶ Βὰλ, μάλιστα οἱ οἰκοῦντες τὰ ἀνατολικὰ κλίματα, μὴ γινώσκοντες μήτε τίς ἐστιν ὁ Κρόνος, μήτε τίς ἐστιν ὁ Βῆλος. παρὰ δὲ Ῥωμαίοις Σατοῦρνος ὀνομάζεται· οὐδὲ γὰρ αὐτοὶ γινώσκουσι τίς ἐστιν αὐτῶν, πότερον ὁ Κρόνος ἢ ὁ Βῆλος. ἡ μὲν οὖν ἀρχὴ τῶν Ὀλυμπιάδων ἀπὸ Ἰφίτου, φασὶν, ἔσχηκε τὴν θρησκείαν, κατὰ δέ τινας ἀπὸ Λίνου, ὃς καὶ Ἴλιος ἐπεκλήθη. ὁ μὲν οὖν ἀριθμὸς τῶν ἐτῶν καὶ Ὀλυμπιάδων, ὡς ἔχει τὴν τάξιν, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τῆς μὲν οὖν ἀθεότητος τῶν παρ᾿ ὑμῖν πραγμάτων, καὶ τῶν χρόνων τὸν πάντα ἀριθμὸν, κατὰ τὸ δυνατὸν οἶμαι τὰ νῦν ἀκριβῶς εἰρῆσθαι. εἰ γὰρ καὶ ἔλαθεν ἡμᾶς χρόνος, εἰ τύχοι εἰπεῖν, ἔτη ν΄, ἢ ρ΄, ἢ καὶ σ΄, οὐ μέντοι μυριάδες ἢ χιλιάδες ἐτῶν, καθὼς προειρήκασι Πλάτων καὶ Ἀπολλώνιος καὶ οἱ λοιποὶ, ψευδῶς ἀναγράψαντες. ὅπερ ἡμεῖς τὸ ἀκριβὲς ἵσως ἀγνοοῦμεν ἁπάντων τῶν ἐτῶν τὸν ἀριθμὸν, διὰ τὸ μὴ ἀναγεγράφθαι ἐν ταῖς ἱεραῖς βίβλοις τοὺς ἐπιτρέχοντας μῆνας καὶ ἡμέρας. ἔτι δὲ καὶ περὶ ὧν φαμὲν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσόφησας, καὶ μηνύσας Ἕλλησι τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ εἴρηκε τῷ Μωσεῖ, περί τε κατακλυσμοῦ, καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκε. τῶν γὰρ συμβάντων τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ἀβοβάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδονόσορ, μέμνηται· ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις, ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως· καὶ ὅτι Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη.