Ancient Greek · ~4 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.
Theophilus, Ad Autolycum 30-2
Not analysed yet
Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται· πρῶτον μὲν, διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι· καὶ αὐτοὶ ὁμολογοῦσι, φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρ᾿ Αἰγυπτίων, ἄλλοι δ᾿ αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον, καὶ πταίουσι, περὶ Θεοῦ μὴ ποιούμενοι τὴν μνείαν, ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. οὕτω μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου, καὶ τῶν λοιπῶν ποιητῶν φιλικῶς μέμνηνται· τῆς δὲ τοῦ ἀφθάρτου καὶ μόνου Θεοῦ δόξης, οὐ μόνον ἐπελάθοντο, ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν, καὶ τὸ καθ᾿ ἡμέραν διώκουσιν. οὐ μὴν ἀλλὰ καὶ τοῖς εὐφώνως ὑβρίζουσι τὸν Θεὸν, ἆθλα καὶ τιμὰς τιθέασι· τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσι. διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν οὐχ εὗρον. εἰ οὖν βούλει, ἀκριβῶς ἔντυχε τούτοις, ὅπως σχῇς σύμβολον καὶ ἀῤῥαβῶνα τῆς ἀληθείας.