Ancient Greek · ~12 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 35.1
Not analysed yet
Ὁ μὲν οὖν θεῖος νόμος οὐ μόνον κωλύει τὸ εἰδώλοις προσκυνεῖν· ἀλλὰ καὶ τοῖς στοιχείοις, ἡλίῳ, σελήνῃ, ἢ τοῖς λοιποῖς ἄστροις· ἀλλ᾿ οὔτε τῷ οὐρανῷ, οὔτε γῇ, οὔτε θαλάσσῃ, ἢ πηγαῖς ἢ ποταμοῖς θρησκεύειν, ἀλλ᾿ ἢ μόνῳ τῷ ὄντως Θεῷ καὶ ποιητῇ τῶν ὅλων χρὴ λατρεύειν ἐν ὁσιότητι καρδίας καὶ εἰλικρινεῖ γνώμῃ. διό φησιν ὁ ἅγιος νόμος· οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. ὁμοίως καὶ οἱ προφῆται· Σολομῶν μὲν οὖν καὶ τὸ διὰ νεύματος μὴ ἁμαρτάνειν διδάσκει ἡμᾶς, λέγων· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ δὲ βλεφαρά σου νευέτω δίκαια. καὶ Μωσῆς δὲ καὶ αὐτὸς προφήτης περὶ μοναρχίας Θεοῦ λέγει· οὗτος ὁ Θεὸς ὑμῶν ὁ στερεῶν τὸν οὐρανὸν, καὶ κτίζων τὴν γῆν, οὗ αἱ χεῖρες κατέδειξαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξεν ὑμῖν αὐτὰ τοῦ ὀπίσω αὐτῶν πορεύεσθαι. Ἠσαΐας δὲ καὶ αὐτός φησιν· οὕτως λέγει κύριος ὁ Θεὸς, ὁ στερεώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, οὗτος κύριος ὁ Θεὸς ὑμῶν. καὶ πάλιν δι᾿ αὐτοῦ· ἐγὼ, φησὶν, ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ᾿ αὐτῇ. ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. καὶ ἐν ἑτέρῳ κεφαλαίῳ· οὗτος ὁ Θεὸς ὑμῶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ᾿ ἔστιν ἐξεύρησις τῆς φρονήσεως αὐτοῦ. ὁμοίως καὶ Ἱερεμίας, καί φησιν· ὁ ποιήσας τὴν γῆν ἐπὶ τῇ ἴσχυϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ὁρᾷν ἔστι, πῶς φίλα καὶ σύμφωνα ἐλάλησαν πάντες οἱ προφῆται, ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι ἐκφωνήσαντες, περί τε μοναρχίας Θεοῦ, καὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τῆς ἀνθρώπου ποιήσεως· οὐ μὴν ἀλλὰ καὶ ὤδιναν, πενθοῦντες τὸ ἄθεον γένος τῶν ἀνθρώπων· καὶ τοὺς δοκοῦντας εἶναι σόφους, διὰ τὴν ἐν αὐτοῖς πλάνην καὶ πώρωσιν τῆς καρδίας, κατῄσχυναν. ὁ μὲν Ἱερεμίας ἔφη· ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως αὐτοῦ· κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ· εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς, ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. τὸ αὐτὸ καὶ ὁ Δαυὶδ λέγει· ἐφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν αὐτῶν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ὁμοίως καὶ Ἁββακούκ· τί ὠφελεῖ γλυπτὸν ἄνθρωπον, ὅτι ἔγλυψεν αὐτὸ φαντασίαν ψευδῆ; οὐαὶ τῷ λέγοντι τῷ λίθῳ ἐξεγέρθητι, καὶ τῷ ξύλῳ ὑψώθητι. ὁμοίως εἶπον καὶ οἱ λοιποὶ τῆς ἀληθείας προφῆται. καὶ τί μοι τὸ πλῆθος καταλέγειν τῶν προφητῶν πολλῶν ὄντων, καὶ μυρία φίλα καὶ σύμφωνα εἰρηκότων; οἱ γὰρ βουλόμενοι δύνανται ἐντυχόντες τοῖς δἰ αὐτῶν εἰρημένοις ἀκριβῶς γνῶναι τὸ ἀληθὲς, καὶ μὴ παράγεσθαι ὑπὸ διανοίας καὶ ματαιοπονίας. οὗτοι οὖν οὓς προειρήκαμεν προφῆται ἐγένοντο ἐν Ἑβραίοις ἀγράμματοι καὶ ποιμένες καὶ ἰδιῶται.