Ancient Greek · ~15 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 36.1
Not analysed yet
Σίβυλλα δὲ ἐν Ἕλλησι, καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος λέγουσα· Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, Πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες; Οὐ τρέμετ᾿, οὐδὲ φοβεῖσθε Θεὸν, τὸν ἐπίσκοπον ὑμῶν, Ὕψιστον, γνώστην, πανεπόπτην, μάρτυρα πάντων, Παντοτρόφον, κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἁπᾶσι Κάτθετο, χ᾿ ἡγητῆρα βροτῶν πάντων ἐποίησεν; Εἷς Θεὸς, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος, Παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα, Αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ Ὀφθαλμοῖσιν ἰδεῖν Θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; Ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατενάντιον ἠελίοιο Ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες Ἄνδρες, ἐν ὀστήεσσι φλέβες καὶ σάρκες ἐόντες· Αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου, Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτέχθη, Αὐτογενὴς, ἀγένητος, ἅπαντα κρατῶν διαπαντὸς, Πᾶσι βροτοῖσιν ἐνὼν τὸ κριτήριον ἐν φαῒ κοινῷ. Τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθὸν, Ὅττι Θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε Δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας, Δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ᾅδου. Τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν Εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι᾿ ἀκανθῶν Καὶ σκολόπων· τί πλανᾶσθε; βροτοὶ παύσασθε μάταιοι Καὶ λίπετε σκοτίην νυκτὸς, φωτὸς δὲ λάβεσθε· Οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει. Ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεὶ, Ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει. Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· Εἷς Θεός ἐστι, βροχὰς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων, Ἀστεροπὰς, λιμοὺς, λοιμοὺς καὶ κήδεα λυγρὰ, Καὶ νιφετοὺς, κρύσταλλα. τί δὴ καθ᾿ ἓν ἐξαγορεύω; Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη· Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρὸς Ἐκ μηρῶν μήτρας τε Θεὸς τετυπωμένος εἶναι. Ἀλλὰ Θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν Οὐρανὸν ἠέλιόν τε, καὶ ἀστέρας, ἠδὲ σελήνην, Καρποφόρον γαῖάν τε, καὶ ὕδατος οἴδματα πόντου, Οὔρεά θ᾿ ὑψήεντα, καὶ ἀέναα χεύματα πηγῶν· Τῶν τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος· Ἑρπετὰ δ᾿ ἐκ γαίης κινούμενα ψυχροτροφεῖ τε, Ποικίλα τε κτηνῶν λιγυροθρόα, τραυλίζοντα, Ξουθὰ λιγυπτερόφωνα, ταράσσοντ᾿ ἀέρα ταρσοῖς· Ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν· Ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν, Πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον, Ἀνδρὶ δ᾿ ὑπαὶ τάξεν παμποίκιλα κ᾿ οὐ κατάληπτα. Τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα; Ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀπ᾿ ἀρχῆς, Ἄφθαρτος, κτίστης, αἰώνιος, αἰθέρα ναίων, Τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθὸν, Τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων, Καὶ πόλεμον, καὶ λοιμὸν, ἢ ἄλγεα δακρυόεντα. Ἄνθρωποι τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; Αἰσχυνθῆτε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. Οὐ μανίη καὶ λύσσα φρενῶν καὶ ἐτώσια βάρη, Εἰ λοπάδας κλέπτουσι θεοὶ, συλοῦσι δὲ χύτρας; Ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν Σητόβρωτα δέδορκε, πυκναῖς δ᾿ ἀράχναις δεδίασται. Προσκυνέοντες ὄφεις, κύνας, αἰλούρους ἀνόητοι, Καὶ πετεεινὰ σέβεσθε, καὶ ἑρπετὰ θηρία γαίης Καὶ λίθινα ξόανα, καὶ ἀγάλματα χειροποίητα, Κἀν παρόδοισι λίθων συγχώματα· ταῦτα σέβεσθε, Ἄλλα τε πολλὰ μάταια, ἃ δὴ κ᾿ αἰσχρὸν ἀγορεύειν· Καί γε θεοὶ μερόπων δολοήτορές εἰσιν ἀβούλων, Τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. Οὗ δ᾿ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς, Καὶ μέλιτος γλυκεροῦ γλυκερώτερον ἀνδράσι χάρμα Ἐκπροχέῃ· τῷ δὴ μόνῳ αὐχένα κάμπτε. Καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾿ ἀνάκλινε. Ταῦτα λιπόντες ἅπαντα, δίκης μεστόν τε κύπελλον Ζωρότερον, στιβαρὸν, βεβαρημένον, εὖ μάλ᾿ ἄκρητον Εἱλκύσατ᾿ ἀφροσύνῃσι μεμῃνότι πνεύματι πάντες, Κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν, Καὶ γνῶναι βασιλῆα Θεὸν, τὸν πάντ᾿ ἐφορῶντα. Τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς, Λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος, τὸ πανῆμαρ, Ψεύδεσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοσιν ἀχρήστοις. Οἱ δὲ Θεὸν τιμῶντες ἀληθινὸν, ἀέναόν τε, Ζωὴν κληρονομοῦσι τὸν αἰῶνος χρόνον, αὐτοὶ Οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον, Δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος. ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προσφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστι· καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσι κατ᾿ ἀξίαν τῶν πράξεων κολασθῆναι.