Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Α΄.
Theophilus, Ad Autolycum 6
Not analysed yet
Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν, καὶ ἀέρων τροπὰς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν εὔτακτον πορείαν, σπερμάτων τε καὶ φυτῶν καὶ καρπῶν τὴν διάφορον καλλονὴν, τήν τε πολυποίκιλον γονὴν κτηνῶν τετραπόδων καὶ πετεινῶν καὶ ἑρπετῶν καὶ νηκτῶν, ἐνύδρων τε καὶ ἐναλίων, ἢ τὴν ἐν αὐτοῖς τοῖς ζώοις δεδομένην σύνεσιν πρὸς τὸ γεννᾷν καὶ ἐκτρέφειν, οὐκ εἰς ἰδίαν χρῆσιν, ἀλλὰ εἰς τὸ ἔχειν τὸν ἄνθρωπον· τήν τε πρόνοιαν ἣν ποιεῖται ὁ Θεὸς ἐτοιμάζων τροφὴν πάσῃ σαρκὶ, ἢ τὴν ὑποταγὴν ἣν ὥρισεν ὑποτάσσεσθαι τὰ πάντα τῇ ἀνθρωπότητι· πηγῶν τε γλυκερῶν καὶ ποταμῶν ἀεννάων ῥύσιν· δρόσων τε καὶ ὄμβρων καὶ ὑετῶν τὴν κατὰ καιροὺς γινομένην ἐπιχορηγίαν· τὴν οὐρανίων παμποίκιλον κίνησιν, ἑωσφόρον ἀνατέλλοντα μὲν καὶ προσημαίνοντα ἔρχεσθαι τὸν τέλειον φωστῆρα· σύνδεσμόν τε Πλειάδος καὶ Ὠρίωνος· Ἀρκτοῦρόν τε καὶ τὴν τῶν λοιπῶν ἄστρων πορείαν γινομένην ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, οἷς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ πᾶσιν ἴδια ὀνόματα κέκληκεν. οὗτος Θεὸς μόνος ὁ ποιήσας ἐκ σκότους Φῶς· ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν αὐτοῦ, ταμεῖά τε νότου καὶ θησαυροὺς ἀβύσσου, καὶ ὅρια θαλασσῶν, χιόνων τε καὶ χαλαζῶν θησαυροὺς, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου, καὶ συνάγων τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ, καὶ ἐξάγων τὸ φῶς τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς ἐκ θησαυρῶν αὐτοῦ· ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ ἀστραπὰς πληθύνων εἰς ὑετόν· ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον, καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν. εἰ γὰρ λάβοι τὴν κατ᾿ ἐξουσίαν ἡ ἀστραπὴ, ἐκκαύσει τὴν γῆν· εἰ δὲ καὶ ἡ βροντὴ, καταστρέψει τὰ ἐν αὐτῇ.