Ancient Greek
1 to 4
Theophilus Comic., Fragmenta 1-4
Unproofread scanNot analysed yet
καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι; προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην, τὸν τροφέα, τὸν σωτῆρα, δι' ὃν εἶδον νόμους Ἕλληνας, ἔμαθον γράμματ', ἐμνήθην θεοῖς; τετρακόστυλον δὲ κύλικα κεραμεᾶν τινα τῶν Θηρικλείων, πῶς δοκεῖς; κεραννύει Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. Athenaeus 10, 417a Θεόφιλος ἐν Ἐπιδαύρῳ (Ἐπιδαυρίῳ Mein. I 435) κτλ. πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων. . . 1. ἐγχέλειον· παρατέθεικε τῷ πατρί. ‘τευθὶς ἦν χρηστή, πατρίδιον‘· ‘πῶς ἔχεις πρὸς κάραβον‘· ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.