Ancient Greek
11
Theophilus Comic., Fragmenta 11
Unproofread scanNot analysed yet
τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον ἱ’ Βάραθρον ἢ Θάλλονσαν, ἢ τούτων τινὰ τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος· εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. 5ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἣν ἐστ’ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε. 6παιδὸς κόρης, ut Arist. Lys. 595 παῖδα κόρην (Mein.) .