Ancient Greek · ~1 min
Play Neo, lines Fragment tit-2
Theophilus Comic., Fragmenta Fragment tit-6-2
Not analysed yet
ΝΕΟΠΤΟΛΕΜΟΣ.
Οὐ συμφέρον νέα 'στὶ πρεσβύτῃ γυνή·
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ' ἀπορρήξασα δὲ
ἐκ νυκτὸς ἕτερον λιμέν' ἔχουσ' ἐξευρέθη.
Πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἔστι μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.