Ancient Greek · ~2 min
Play Phi, lines Fragment tit-2
Theophilus Comic., Fragmenta Fragment tit-9-2
Not analysed yet
ΦΙΛΑΥΛΟΣ.
Τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος·
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ' οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστ' ἰδεῖν ἥδιον, ἢ τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.
Τοῦ μή ποτ' αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα
φερόμενον ἢ Μηκωνίδ' ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναννάριον ἢ Μαλθάκην.