Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_THEOPHILUS
THEOPHILUS, Fragmenta 1
Not analysed yet
Ῥωμαῖοι πολεμοῦντες πρὸς Τοῦσκον, ἐχειροτόνησαν Βαλέριον Τουρκουάτον· οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα, τοὔνομα Κλουσίαν, ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα· μὴ τυχὼν δὲ, πορθεῖ τὴν πόλιν. Ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δ ̓ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς ἔφθειρε· καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κέρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν.