Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_THEOPHILUS
THEOPHILUS, Fragmenta 2-2
Not analysed yet
Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερμηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις δι ̓ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων. Γενόμενος δ ̓ ἐν τοῖς κατ ̓ Ἀρμενίαν τόποις, καὶ τὸν προειρημένον ποταμὸν διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμενος δ ̓ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφ ̓ ἧς ἀκινδύνως προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς ἱστορεῖ Θεόφιλος ἐν αʹ Περὶ λίθων.