Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_THEOPHILUS
THEOPHILUS, Fragmenta 5
Not analysed yet
Ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ, ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοὶ, Φάλαγξ μὲν ἄρσην, θήλεια δ ̓ Ἀράχνη τοὔνομα· καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετὰ, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.