Ancient Greek · ~3 min
Fragment 171
Theophrastus, Concerning Odours 171.1
Not analysed yet
Fr. 171 Τῆς τῶν ἰχθύων ἐν τῶ ξηρῷ διαμονῆς δοκεῖ γὰρ οἷον παρὰ φύσιν τῷ ἀέρι καταψύχεσθαι τὰ μὴ δεχόμενα τὸν ἀέρα καὶ μᾶλλον ὅσα δέχεται τὸ ὑγρὸν καὶ διὰ τοῦτο σώζεται. Θαυμασιώτατον δὲ, εἴπερ ἀληθὲς, τὸ τοῦ ἐξωκοίτου καλουμένου· τοῦτον γάρ φασιν ὁσημέραι ποιεῖσθαι τὴν κοίτην ἐν τῇ γῇ, διὸ καὶ τοὔνομα εἰληφέναι. Φαίνεται δʼ οὖν, εἴπερ δύναται δρᾶν, ἐπαμφοτερίζειν, οὐ τῇ τροφῇ καὶ τῇ διαγωγῇ καθάπερ ἡ φώκη καὶ ἐμὺς καὶ ἕτερʼ ἄττα, καὶ τῶν ὀρνίθων δὲ πολλοὶ, ἀλλὰ καὶ τῷ δέχεσθαι καὶ τὸν ἀέρα καὶ τὴν θάλατταν, οὐχ οὕτως ὥσπερ ὁ δελφὶς καὶ ἕτερʼ ἅττα, φύσει μὲν ὄντα ἀναπνευστικὰ καὶ τὴν θάλατταν δεχόμενα καὶ ἀναφυσῶντα πρὸς τὴν χρείαν ἀλλʼ ἀμφότερα πρὸς τὴν τοῦ ζῆν διαμονήν. Ἄτοπος δʼ ἂν αὐτοῖς ἡ φύσις καὶ ἡ δύναμις εἴη.