Ancient Greek · ~3 min
Fragment 171
Theophrastus, Concerning Odours 171.2
Not analysed yet
Τὰ δʼ ἐν Ἐνδοῖς ἰχθύδια τὰ ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντα καὶ πηδῶντα καὶ πάλιν εἰς τὸ ὕδωρ ἀπιόντα, καθάπερ οἱ βάτραχοι, θαυμαστὰ μὲν οὖν, οὐχ ὁμοίως δὲ τούτοις, ὅσῳ τὸ ὀλίγον χρόνον ἢ πολὺν καὶ τελευταῖον ἧττον θαυμαστόν· ἡ δʼ ὄψις ὁμοία τούτων τοῖς μαζίναις καλουμένοις. Εἰσὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες, οὕς φασι διαμένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους δʼ ἐξιόντας ἐπὶ τὰς ἅλως νέμεσθαι καὶ βαδίζειν ἐπὶ τῶν πτερυγίων καὶ ἄμα κινεῖν τὴν οὐρὰν, καὶ ὅταν διώκωνται φευγεῖν καὶ εἰσδύντας ἀντιπροσώπους ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. Ἔχουσι δὲ τὴν μὲν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ τὸ δʼ ἄλλο σῶμα κωβιῷ βράγχια δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες. Ὅτι δʼ οὐ πόδας ἔχουσιν ἀλλʼ ἐπὶ τῶν πτερυγίων βαδίζουσι τεθεώρηται. Ἐλάμβανον γὰρ πολλοὺς οἱ διώκοντες· τὰ δὲ πτερύγια εὐμεγέθη·