Ancient Greek
Fragment 171
Theophrastus, Concerning Odours 171.11
Not analysed yet
Ἴδιον δέ τι παρὰ ταῦτα καὶ λόγου δεόμενον τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς ἰχθῦς· ὀρύττεσθαι γάρ φασιν ἐκεῖ κατὰ βάθους πλείονος ἀγαθοὺς καὶ πολλούς· τὸν δὲ τόπον οὔτʼ ἐπίκλυσιν ποταμοῦ λαμβάνειν οὔθʼ ὕδατος σύστασιν, ἀφʼ ὧν δήφαμεν ἐγκαταλείπεσθαι τὰ ὠὰ καὶ τὰς ἀρχὰς τῆς γεωνέσεως. Λοιπὸν γὰρ δὴ αὐτομάτους φύεσθαι, καὶ τοῦτο συνεχῶς -ἀδύνατος γὰρ ἡ πρὸς ἀλλήλους μίξις -,εἴτε δὴ τοῦτο θετέον ὥσπερ ἐνύγρου τινὸς χώρας οὔσης καὶ τὸ ὅλον γονίμου τῶν τοιούτων διὰ τὸ συμμετρίαν τινὰ ἔχειν τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ -συμβαίνει γὰρ δὴ γίγνεσθαι καὶ ἑτέρους τινὰς αὐτομάτους ἰχθῦς -,εἴτε διανάειν ἔκ τινων τόπων ὑγρότητας αἱ συνεπιφέρουσι τὰς γεννώσας ἀρχάς· ὁ δὲ τόπος εὐφυὴς διὸ καὶ δέχεται καὶ ἐκτρέφει· σχεδὸν γὰρ οὐκ ἂν ἔτι πορρωτέρω τούτων.