Ancient Greek · ~3 min
Fragment 171
Theophrastus, Concerning Odours 171.12
Not analysed yet
Ἐκεῖνο δʼ ἄν τις σκέψαιτο περὶ ἀμφοτέρων τῶν γενῶν τῶν τε ἐν τῷ ξηρῷ καὶ τῶν ὀρυκτῶν ἆρά γε εἰς ὕδωρ ἀφιέμενα ζῴη ἂν, ἢ τὴν οἰκείαν ζητοίη χώραν καὶ τοῦτο αὐτοῖς ὥσπερ φύσις, καθάπερ καὶ τοῖς ἐν θαλάττῃ καὶ τοῖς ἐν ποταμοῖς· οὐδὲ γὰρ ταῦτα δέχεται τὰς μεταβολὰς πλὴν ὀλίγων. Ἐπεὶ ὅσοι γέν διὰ τὴν ἀναξηρασίαν καταδύονται καὶ ὅσοι περιλαμβάνονται τοῖς πάγοις, φανερὸν ὡς τούτοις γε οἰκεῖον τὸ ὑγρόν. Εἰκὸς δὲ μᾶλλον καὶ τοῖς ὀρυκτοῖς καὶ τοῖς ἑτέροις, τοῖς μὲν ἁπλῶς, τοῖς δʼ ὡς ἀμφιβίοις κατὰ ὁ Δημόκριτον. Ὃ καὶ ἐπʼ ἄλλων συμβαίνει· χρῆται γὰρ ἔνια τῷ ἀέρι καθάπερ ἐρρέθη πρότερον.