Ancient Greek · ~2 min
Fragment 172
Theophrastus, Concerning Odours 172.2
Not analysed yet
Ὁ δὲ τάρανδος τὸ μὲν μέγεθός ἐστι κατὰ βοῦν τὸ πρόσωπον δὲ ὅμοιος ἐλάφῳ πλὴν πλατύτερος ὡσανεὶ ἐκ δύο συγκείμενος ἐλαφείων προσώπων. Δίχηλον δʼ ἐστὶ καὶ κερασφόρον· ἔχει δὲ τὸ κέρας ἀποφυάδας ὥσπερ τὸ ἐλάφου, καὶ τριυ χωτόν ἐστι διʼ ὅλου· περὶ γὰρ τὸ ὀστοῦν δέρματός ἐστιν ἐπίτασις ὅθεν ἡ ἔκφυσις. Τὸ δὲ δέρμα τῷ πάχει δακτυλιαῖόν ἐστιν ἰσχυρὸν δὲ σφόδρα, διὸ καὶ τοὺς θώρακας ἐξαυάζοντες αὐτὸ ποιοῦνται. Σπάνιον δὲ τὸ ζῶον καὶ ὀλιγάκις φαινόμενον.