Ancient Greek · ~2 min
Fragment 172
Theophrastus, Concerning Odours 172.1
Not analysed yet
Fr. 172 Ὅτι τὰς χρόας μεταβαλλόμενοι καὶ ἐξομοιούμενοι φυτοῖς καὶ τόποις καὶ λίθοις οἷς ἂν πλησιάσωσι πολύπους ἐστὶ καὶ χαμαιλέων καὶ τὸ θηρίον ὁ τάρανδος ὃ ἐν Σκύθαις φασὶν ἢ Σαρμάταις γίνεσθαι. Μεταβάλλει δʼ ὁ χαμαιλέων εἰς πάντα τὰ χρώματα, πλὴν τὴν εἰς τὸ λευκὸν καὶ τὸ ἐρυθρὸν οὐ δέχεται μεταβολήν· καὶ οὐ πρὸς τὰ παρακείμενα μόνον χρώματα μεταβάλλει ἀλλὰ καὶ αὐτὸς καθʼ ἑαυτὸν ἐάν τις μόνον ἅψηται αὐτοῦ τὸ χρῶμα μεταβάλλει.