Ancient Greek
Fragment 97
Theophrastus, Concerning Odours 97.1
Not analysed yet
Fr. 97 μὲν οὖν ὑπὸ κήρυκος κελεύουσι πωλεῖν καὶ προκηρύττειν ἐκ πλειόνων ἡμερῶν· οἱ δὲ παρʼ ἀρχῇ τινὶ καθάπερ καὶ Πιττακὸς παρὰ βασιλεῦσι καὶ πρυτάνει· ἔνιοι δὲ προγράφειν παρὰ τῇ ἀρχῇ πρὸ ἡμερῶν μὴ ἐλαττόνων ἢ ἑξήκοντα καθάπερ Ἀθήνῃσι, καὶ τὸν πριάμενον ἑκατοστὴν τιθέναι τῆς τιμῆς ὅπως διαμφισβητῆσαί τε ἐξῇ καὶ διαμαρτύρεσθαι τῷ βουλομένῳ καὶ ὁ δικαίως ἐωνημένος φανερὸς ᾖ τῷ τέλει· παρὰ δέ τισι προκηρύττειν κελεύουι πρὸ τοῦ κατακυρωθῆναι πένθʼ ἡμέρας συνεχῶς, εἴ τις ἐνίσταται ἢ ἀντιποιῆται τοῦ κτήματος ἢ τῆς οἰκίας· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑποθέσεων ὥσπερ καὶ ἐν τοῖς Κυζικηνῶν.