Ancient Greek · ~3 min
Fragment 97
Theophrastus, Concerning Odours 97.2
Not analysed yet
Οἱ δὲ Θουριακοὶ τὰ μὲν τοιαῦτα πάντα ἀφαιροῦσιν οὐδʼ ἐν ἀγορᾷ πράττουσι προστάττουσι libri ὥσπερ τἆλλα, διδόναι δὲ κελεύουσι κοινῇ τῶν γειτόνων τῶν ἐγγυτάτω τρισὶ νόμισμά τι βραχὺ μνήμης ἕνεκα καὶ μαρτυρίας. Ἀναγκαῖον δῆλον ὅτι τοῖς μὲν τὰς ἀρχὰς ὑπευθύνους ποιεῖν τοῖς δὲ τοὺς γείτονας ἐὰν μὴ λάβωσι, ἢ δὶς παρὰ τοῦ αὐτοῦ λάβωσιν, ἢ ἔχοντες μὴ λέγωσι τῶν ἐωνηυ μένων. Οὐ χρὴ δʼ ἀγνοεῖν ὅτι αἱ προγραφαὶ καὶ αἱ προκηρύξεις καὶ ὅλως ὅσα πρὸς τὰς ἀμφισβητήσεις ἐστὶ πάντη τὰ πλεῖστα διʼ ἔλλειψιν ἑτέρου νόμου τίθεται. Παρʼ οἷς γὰρ ἀναγραφὴ τῶν κτημάτων ἐστὶ καὶ τῶν συμβολαίων, ἐξ ἐκείνων ἐστὶ μαθεῖν, εἰ ἐλεύθερα καὶ ἀνέπαφα καὶ τὰ αὐτοῦ πωλεῖ δικαίως· εὐθὺς γὰρ καὶ μετεγγράφει ἡ ἀρχὴ τὸν ἐωνημένον.