Ancient Greek · ~2 min
Book 2, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 2.1.4
Not analysed yet
Ὃ καὶ τοῖς σπέρμασι συμφέρει· ῥιζωθέντα γὰρ καὶ ἐπισχύσαντα τῇ πιλήσει καὶ τῇ καταπιέσει τοῦ ψύχους ἅμα τῇ διαγελώσῃ ταχείας ποιεῖ καὶ ἀθρόας τὰς ἀναδόσεις. Ἀλλὰ τὰ μὲν σπέρματα προσεπιζητεῖ καὶ τοὺς ἠρινοὺς ὑετοὺς μᾶλλον κατὰ μικρά τε καὶ πλείους γινομένους διὰ τὴν ἀσθένειαν καὶ τὸ ἐπιπόλαιον τῶν ῥιζῶν· ταχὺ γὰρ ἀναξηραίνονται καὶ ταχὺ πάλιν δέονται· τὰ δὲ δένδρα καὶ ἰσχυρότερα καὶ βαθυρριζότερα καὶ ἅμα διάπλεα τροφῆς ἐν ἑαυτοῖς ὥστε τρόπον τινὰ μᾶλλον τοῦ συνεργήσοντος δεῖσθαι πρὸς τὴν πέψιν καὶ τὴν βλάστησιν· σημεῖον δὲ τὸ μὴ βλαστάνειν πρὸ τοῦ ἦρος.