Ancient Greek · ~3 min
Book 2, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 2.1.5
Not analysed yet
Ὅτι δὲ ἡ πολυϋδρία συμφέρει τοῖς δένδροις κἀκεῖθεν φανερόν· ἐν γὰρ ταῖς ἐπομβρίαις ἅπανθ' ὡς εἰπεῖν εὐσθενεῖ μᾶλλον. Ἀλλ' ὅταν μὲν ὦσι νότιαι διυγραίνονται καὶ ἀσθενέστερα γίνονται βορείων δ' οὐσῶν ἰσχυρά τε καὶ ἐκπέττει μᾶλλον ἅτε τῆς μὲν γῆς διακόρου οὔσης αὐτά τε ξυνεστῶτα μᾶλλον καὶ ἐναπειληφότα τὸ οἰκεῖον θερμόν. Ὅπου γὰρ ἀεὶ μάλιστα μαλακὸς ὁ ἀὴρ ἐνταῦθ' ἡ εὐβλαστία καὶ εὐκαρπία γίνεται τῶν δένδρων ὥσπερ ἐν Αἰγύπτῳ διά τε τὴν εὐτροφίαν καὶ διὰ τὸ μηδὲν ἀντικόπτειν τῶν ἔξωθεν· ἀφθόνου γὰρ τῆς τροφῆς οὔσης καὶ τοῦ ἀέρος εὐτρόφου εὐλόγως ἡ εὐβλαστία καὶ εὐκαρπία. Πρὸς δὲ τὸ ποιοῦν αὐτῶν ἢ πάντων ἤ τινων δεῖταί τινος ἴσως ἑτέρας κράσεως.