Ancient Greek
Book 2, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 2.1.7
Not analysed yet
Μεταβολαὶ δὲ ἅμα καὶ ὥσπερ γενέσεις τινὲς ἥ τε βλάστησις καὶ ἡ ἄνθησις καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν αἷς καὶ πλεῖσται φθοραὶ γίνονται τῶν καρπῶν ἐρυσιβουμένων τε καὶ ἀποκαομένων καὶ ἀποπιπτόντων καὶ τὸ ὅλον χειμαζομένων. Ἐπεὶ καὶ τὰ ἄγρια μάλιστα συμβαίνει πονεῖν ὅταν μάλιστα ἀρτιβλαστῶν ὄντων ἐπιγίνηταί τι πνεῦμα ψυχρὸν ἄγαν ἢ θερμόν· ἀποκάει γὰρ ἄμφω καὶ ἀπόλλυσιν. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς καθ' ἕκαστα δεῖ θεωρεῖν. Ἡ δὲ ὅλη διάθεσις καὶ κατάστασις τοῦ ἀέρος εἰς τὴν τῶν δένδρων εὐσθένειαν ὅτι ταύτῃ ξυμφέρει φανερόν ἐστι διὰ τῶν εἰρημένων.