Ancient Greek
Book 2, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 2.1.6
Not analysed yet
Ἐνταῦθα δὲ ἐὰν μὴ καθ' ὥραν ἔτους αἱ βλαστήσεις ὦσιν ἀλλὰ προεκδραμῶσιν δι' εὐτροφίαν καὶ ἄνεσιν τοῦ ἀέρος ἐπιγινόμενα ψύχη διελυμήνατο καὶ ἀπέκαυσεν δι' ὃ καὶ ὀπισθοχειμῶνες χαλεποὶ τοῖς δένδροις· ὅταν γὰρ ἅπαξ ἐκτέκωσιν εὐθὺς οἱ καρποὶ μαλακοῦ τινος ἀέρος δέονται καὶ εὐμενοῦς εἰς τὴν ἐκτροφὴν καὶ μάλιστ' ἐν ταῖς ἀρχαῖς· τότε γὰρ ἀσθενέστατοι, τὸ δὲ ἀσθενὲς οἷον τιθηνήσεως δεῖται· καὶ γὰρ ὅλως πᾶσα μεταβολὴ καὶ γένεσις δεῖται τῆς τοιαύτης εὐκρασίας.