Ancient Greek · ~1 min
Book 2, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 2.10.3
Not analysed yet
Μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ' ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα καὶ εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύκλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον.