Ancient Greek
Book 2, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 2.10.2
Not analysed yet
Οἷς μὲν οὖν ἐνίοτε τοῦτο συμβαίνει τότε ἄκαρπα γίνεται, οἷς δ' εὐθὺς ἐνταῦθα ἡ ὁρμὴ τῆς φύσεως ὅλως ἄκαρπα. Δι' ὃ δὴ καὶ τῶν ἀγρίων ἔνια τοιαῦτ' ἐν τοῖς ὁμογενέσιν ἅπερ ἰσχυρότερα καὶ πυκνότερα καὶ ὡς ἐπὶ πᾶν μείζω γίνεται διὰ τὴν εὐτροφίαν. Ἐπεὶ καὶ τὰ μικρόκαρπα πάνθ' ὡς ἐπὶ τὸ πολὺ μείζω καὶ τὰ εἰς μέγεθος ὡρμημένα μικροκαρπότερα καθάπερ καὶ ἡ ἰνδικὴ συκῆ καλουμένη. Θαυμαστὴ γὰρ οὖσα τῷ μεγέθει μικρόν τε ἔχει φύσει σφόδρα τὸν καρπὸν καὶ ὀλίγον ὡς εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν· καὶ γὰρ σφόδρα μεγαλόφυλλος ἀφ' ὧν ἔοικε διὰ τὴν εὐβοσίαν καὶ ἡ τῶν ῥιζῶν τῶν καθιεμένων εἶναι γένεσις. Ἴσως δ' ἀνάπαλιν ὅτι καὶ εἰς ταῦτα καταμερίζεται, διὰ τοῦτο οὖν ἀσθενέστερός ἐστι καὶ ἐλάττων ὁ καρπός· ὑπὲρ δὲ τῶν ῥιζῶν ἐν ἑτέροις εἴρηται.