Ancient Greek · ~3 min
Book 2, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 2.11.10
Not analysed yet
Ἀλλὰ μή ποτε οὐ τοῦτο ᾖ τὸ αἴτιον ἀλλὰ τὰ προειρημένα πρότερον, ἐν οἷς καὶ τὸ δυσφυὲς ὅλως καὶ τὸ μικρόκαρπον καὶ ὀλιγόκαρπον καὶ ὅλως τὸ ἰσχυρόν ἐστιν· ἡ γὰρ πυκνότης καὶ ἡ ξηρότης καὶ ἡ στερεότης καὶ ἡ λιπαρότης ἐν οἷς ὑπάρχει καὶ μακροβιότητος καὶ πάντων τῶν τοιούτων αἴτια τὰ δ' ἐναντία τῶν ἐναντίων. Ὅσα δὲ πολυκαρποῦντα μὴ βραχύβια μηδὲ ταχὺ γηράσκει καθάπερ ἄπιος, ἀμυγδαλῆ, δρῦς, καὶ πρεσβύτερα γιγνόμενα καρπιμώτερα καθάπερ ἐλέχθη· παραιρουμένης γὰρ τῆς ἰσχύος παραιρεῖται τὸ πλῆθος τῆς τροφῆς ὥστε ῥᾴδιον καταπέττειν τὴν λοιπήν· ἅμα δ' ἴσως συμβάλλεται καὶ τὸ μὴ ἐνδελεχὲς ἢ πᾶσιν ἤ τισιν· ἡ γὰρ ἄπιος καὶ ἔτι μᾶλλον ἡ ἀμυγδαλῆ προφαίνουσι πολὺν ἐκτρέφουσι δ' οὐ πολλάκις τοῦτον· ἔστι δ' ἐν τῇ τελειώσει ὁ πόνος καὶ ἡ ἀπέρασις.