Ancient Greek · ~1 min
Book 2, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 2.11.11
Not analysed yet
Ἡ δὲ συκάμινος ἐλαφρόν τινα καὶ ὑδατώδη καὶ μικρὸν ὡς πρὸς τὸ μέγεθος ἔχει τοῦ δένδρου τὸν καρπόν. Ἀλλὰ γὰρ περὶ μὲν μακροβιότητος ἐν τούτοις ἔστωσαν αἱ αἰτίαι· περὶ δὲ πολυκαρπίας τῶν δένδρων εἴρηται πρότερον ὅτι τὰ θερμὰ καὶ μανὰ καὶ ὑγρά.