Ancient Greek
Book 2, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 2.12.1
Not analysed yet
Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος, σήσαμον, ἐρύσιμον, μήκων, κύμινον. Αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥαδίῳ τὸ πλῆθος. Ὡς δ' ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. Σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ' ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις· ἔτι δ' οἱ καυλοὶ τῶν πλείστων ἰσχυροὶ καὶ οὐ ξυλώδεις καὶ οὐ μονοφυεῖς ἀλλὰ πλείους καὶ ἀκρεμονικοί· πολλῶν δὲ καὶ ἰσχυρῶν ὄντων εὔλογον ἤδη καὶ τὸ τοῦ καρποῦ πλῆθος ἄλλως τε κἂν αἱ ῥίζαι μὴ ἀντισπῶσιν ὥσπερ τῶν ναρθηκωδῶν καὶ κεφαλορρίζων, ἀλλ' αἰεὶ διαδιδῶσιν ὃ ἂν λαμβάνωσιν. Ὅπερ καὶ ἐπὶ τῶν χεδροπῶν ἐστι καὶ ἐπὶ τῶν ἄλλων τῶν πλείστων· μονόρριζα γὰρ καὶ οὐ παχύρριζα ἀλλ' εἰς τἄνω φερόμενα τῇ ὁρμῇ καὶ μάλιστα ὡς εἰπεῖν τὸ κύμινον· μικρὰ γάρ τις ἡ ῥίζα τούτου πάμπαν.