Ancient Greek · ~2 min
Book 2, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 2.14.4
Not analysed yet
Πρὸς ἕτερα δ' ἴσως καὶ ἕτεραι βοήθειαι συνεργοῦσιν οἷον αἱ σχάσεις συκῶν καὶ κλάσεις τῶν ἀμπέλων καὶ αἱ κολάσεις τῶν ἀμυγδαλῶν ἢ πληγαῖς ἢ διειρόντων τοὺς παττάλους· ἀπορρεούσης γὰρ τῆς ὑγρότητος ἡ καταλειπομένη ῥᾷον ἐκπέττεται γλυκύτης. Τὰ δ' (ἐν)οφθαλμιζόμενα ἢ ἐγκεντριζόμενα οὐ πέφυκε μεταβάλλειν ὅτι καθάπερ ἀρχή τις ἑτέρα τούτων ἐστὶν ἧς οὐκέτι δύναται κατακρατεῖν· ὥσπερ γὰρ γῇ χρῆται τῷ ὑποκειμένῳ τὸ ἐμφυτευόμενον ἢ (ἐν)οφθαλμιζόμενον ὥσπερ ἐλέχθη.