Ancient Greek · ~2 min
Book 2, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 2.14.5
Not analysed yet
Καί εἰσιν αὗται δύο μεταβολαὶ καὶ ἀπὸ δυοῖν, ἥ τε ἀπὸ τῶν ῥιζῶν καὶ ἡ ἀπὸ τῶν (ἐν)οφθαλμιζομένων ἢ ἐμφυτευομένων, ἡ μὲν αὐτῶν τῶν ὑποκειμένων ἀλλοιουμένων, ἡ δὲ ἑτέρων τινῶν ἐμβαλλομένων δι' ὃ καὶ ἧττον ἐπὶ ταύτης τὸ θαυμαστόν. Διὰ τί δ' ἡ ῥόα μάλιστα μὲν μεταβάλλει τὴν μανότητα καὶ τὴν ἀσθένειαν αἰτιάσαιτ' ἄν τις· εὐηκοώτατα γὰρ τὰ τοιαῦτα πρὸς μεταβολήν. Ἐπισκεπτέον δὲ καὶ εἴ τις ἄλλη τῆς φύσεως ἰδιότης.