Ancient Greek · ~3 min
Book 2, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 2.15.3
Not analysed yet
Ἐπὶ μόνης δὲ ταύτης μάλιστ' ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρημένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ' ἤτοι γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. Τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέστερον, ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. Καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον αἱ δ' ἧττον τοιαῦται. Συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀποκαθίστασθαι πρὸς τὴν φύσιν.