Ancient Greek · ~2 min
Book 2, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 2.15.4
Not analysed yet
Αἴτιον δὲ ἔτι πρὸς τῷ εἰρημένῳ δι' ὅτι ἡ μὲν κόλουσις κωλύσασα τὴν εἰς τὸν ὄγκον βλάστην κατέμιξε καὶ χείρω τὴν ὑγρότητα τὴν εἰς τὸν καρπὸν ἐποίησε· πλείονος δ' οὔσης ἄπεπτος ὥστε πικρός. Καὶ κατακοπτομένη δὲ λαμβάνει τινὰ ἀποπνοὴν καὶ ἀφαίρεσιν ὥσπερ καὶ ὅταν οἱ σφῆνες διακρουσθῶσιν· ἐλάττονος δὲ γινομένης καὶ αὐτὸ μᾶλλον ἰσχύον διὰ τὴν εὐσθένειαν ἐκπέττει τε μᾶλλον καὶ ἀποκαθίσταται.