Ancient Greek · ~2 min
Book 2, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 2.16.1
Not analysed yet
Γίνονται δὲ καὶ κατὰ τὰς ὀσμὰς μάλιστα μὲν αὐτομάτως διὰ τὸν ἀέρα καὶ τὴν χώραν. Εὐοσμότερα γὰρ ὡς ἐπὶ πᾶσιν αἱ ξηραὶ ποιοῦσι καὶ ὁ ἀὴρ ὁ τοιοῦτος δι' ὃ καὶ τὰ ἄγρια εὐοσμότερα. Τάχα δὲ οὐ πάντως οὐδ' ὀδμωδέστερα, δριμύτερα γάρ· ἀρίστη δὲ ἡ μέση καὶ ὁ μέσος. Ἐπεὶ καὶ τὰ ἐν τῇ γῇ ὑδαρῆ καὶ ἄοσμα. Καὶ περὶ μὲν ὀσμῶν καὶ χυλῶν αὐτὰ καθ' αὑτὰ δεῖ θεωρεῖν ἐπὶ πλέον ἐν τοῖς ὕστερον. Αἱ δὲ μεταβολαὶ διότι καὶ ἐν τούτοις γίνονται καὶ φυσικῶς καὶ ἐκ θεραπείας φανερὸν ἐκ τῶν εἰρημένων.