Ancient Greek · ~3 min
Book 2, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 2.15.6
Not analysed yet
Τάχα δ' ἄν τι συμβάλλοιτο τοῦτο καὶ πρὸς εὐκαρπίαν· ἰσχυροτέρας γὰρ γινομένης ἡ πέψις καλλίων. Τῶν δὲ λαχανωδῶν ἢ ποιωδῶν ὅσα κολουόμενα ἢ κειρόμενα βελτίω, καθάπερ τά τε πράσα καὶ ἡ ῥάφανος ἢν παλιμβλαστὴς ᾖ καὶ ἡ μηδικὴ καὶ ἡ θρίδαξ καὶ τὸ ὤκιμον, ἅπαντα ταῦτα τῇ ἁπαλότητι καὶ εὐτροφίᾳ βελτίω καὶ εὐχυλότερα γίνεται. Παραιρεῖται γὰρ ἡ δριμύτης καὶ ἡ ξηρότης καὶ εἰ ἔν τινι τὸ ὀπῶδες τούτων· ἁπαλὰ δὲ καὶ εὐτραφῆ γίνεται διὰ τὸ τὰς ῥίζας ἰσχυροτέρας εἶναι καὶ ὅλως αὐξανομένης ἔτι μᾶλλον κολουομένων τῆς ἰσχύος. Αἱ δὲ καὶ ἐπισπῶνται πλείω καὶ καταπέττουσι μᾶλλον. Ἔτι δὲ ἀφαιρουμένων τῶν ξυλωδῶν καὶ σκληρῶν ἡ ἐπίδοσις πλείων μηθενὸς ἐμποδίζοντος. Ἡ δὲ πρώτη βλάστησις ἐξ ἀσθενοῦς ὡρμημένη μᾶλλον χείρων. Αὗται μὲν οὖν ἐν τοῖς χυλοῖς αἱ μεταβολαί.