Ancient Greek · ~2 min
Book 2, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 2.16.3
Not analysed yet
Αὕτη μὲν οὖν εἴπερ ἀληθὴς ὥσπερ φθορά τις ἔοικεν εἶναι διὰ πλῆθος ὑγροῦ· γίνεται γὰρ δι' ἐπομβρίαν. Ἀλλοιωθείσης δὲ τῆς ἀρχῆς ἀλλοῖον τὸ ἀναβλαστάνον· ἡ δὲ αἶρα φίλυδρον. Ἥ τε τῆς λεύκης εἰ ἄρα ἐστὶ μεταβολὴ γινομένη τις ἂν εἴη παχυνομένου τοῦ δένδρου μᾶλλον ὃ συμβαίνει διὰ τὴν ἡλικίαν· εἰς βάθος γὰρ ἡ αὔξησις ἀπογηρασκόντων, ἐν ᾧπερ οἵ τε φλοιοὶ παχύτεροι καὶ οἱ ἀκρεμόνες μείζους καὶ πλείους.