Ancient Greek · ~2 min
Book 2, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 2.16.4
Not analysed yet
Ὁ δὲ τῶν φύλλων μετασχηματισμὸς καὶ ἑτέρων κοινός· ἐπεὶ καὶ τὰ τοῦ κρότωνος ἔνια περιφερῆ φυόμενα τὴν ἀρχὴν ὕστερον ἀπογωνιοῦται καθαπερανεὶ διαρθρούμενα· τοῦτο δ' ὅτι ῥᾷον τὸ ἁπλοῦν ἢ τὸ πολυειδὲς, ἀσθενὴς δ' ἡ ἀρχή. Τὸ δὲ σισύμβριον εἰς μίνθαν κατὰ τὴν ὀσμὴν εἴπερ ἄρα μεταβάλλει μόνον ἀπόλλυον τὴν οἰκείαν ἐξαμαυρούμενον διὰ τὴν ἀργίαν, ἐκείνην δ' οὐ λαμβάνον ἀλλ' ὥσπερ ὅμοιον ταῖς καλαμίνθαις γινόμενον. Ἡ γὰρ μεταβολὴ πᾶσιν εἰς ὅμοιόν τι καὶ οὐ πόρρω τελέως φθειρομένων.