Ancient Greek · ~2 min
Book 2, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 2.16.5
Not analysed yet
Ἡ δὲ θεραπεία καὶ ἡ μεταφυτεία κατέχει καὶ σώζει τὴν φύσιν· σημεῖον δὲ ὅτι καὶ τὸ ἄγριον τοιοῦτον τῇ ὀσμῇ· καὶ γὰρ δὴ κἀκείνῳ τὸ τῆς φύσεως ἐναντίον· ἡ μὲν γὰρ μίνθα βαθύρριζον τὸ δὲ σισύμβριον ἐπιπολῆς καὶ οὐχ ὁμοίως πολύρριζον. Ὥστε μᾶλλον ἔοικεν ἐπί γε τῶν τοιούτων κατὰ φαντασίαν ἡ μεταβολὴ γίνεσθαι καὶ ὡσπερεὶ τοῦ ἡμέρου εἰς τὸ ἄγριον. Οὐδ' ἑτέρως δ' ἄτοπον ἐπεί γε καὶ οἱ τόποι μεταβάλλουσιν.