Ancient Greek · ~2 min
Book 2, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 2.16.7
Not analysed yet
Οὐδὲ γὰρ κατὰ τὴν γένεσιν οὐδὲν μεταβάλλει τὰς μορφὰς ὥσπερ ἔνια τῶν ζώων ἀλλ' ἁπλῆ τις ἡ φύσις πάντων. Ἀλλ' αἱ μεταβολαὶ γίνονται καθάπερ πολλάκις λέγεται τοῖς τε χυλοῖς μάλιστα καὶ ταῖς ὀσμαῖς καὶ τοῖς μεγέθεσιν αὐτῶν τε τῶν καρπῶν καὶ τῶν φύλλων, καὶ γὰρ τὰ στενόφυλλα πλατυφυλλότερα γίνεται, καὶ ὅλως τῶν μερῶν τούτων. Διὰ τοῦτο καὶ ζητεῖ τόπον ἕκαστον οἰκεῖον, οἰκεῖος δ' ἐν ᾧπερ εὐθενεῖ.