Ancient Greek · ~2 min
Book 2, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 2.16.8
Not analysed yet
Δι' ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ' ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. Διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγδαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυβρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. Καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διωρίσθω.