Ancient Greek · ~2 min
Book 2, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 2.17.1
Not analysed yet
Θαυμασιώτατον δ' ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν (οὖν) οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν [καὶ] δοκεῖν. Τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ' ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν.