Ancient Greek · ~3 min
Book 2, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 2.17.5
Not analysed yet
Ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ' ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ' ἂν εἴη· τὸ δ' ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυμαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. Εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις, ὥσπερ ἐν τοῖς ζώοις ἐγγίνεται τοιαῦτα ζῶα, λόγον τινὰ εἶχεν· ἀλλ' οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὀρνίθες ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε. Τὸ μὲν οὖν θαυμαστὸν πολὺ καὶ ἐκ πολλῶν.