Ancient Greek · ~2 min
Book 2, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 2.17.6
Not analysed yet
Ἔοικεν οὖν ὅμοιόν τι συμβαίνειν ταῖς ἐμφυτείαις καὶ τοῖς ἐνοφθαλμισμοῖς· ἑτοιμοτέραν γὰρ λαμβάνει τροφὴν καὶ ὥσπερ κατειργασμένην καὶ πεπεμμένην σχεδὸν ὃ καὶ ἡ ἰξία ζητεῖν φαίνεται. Τὸ δὲ τοιαύτης δεόμενον ἀσθενὲς ἂν εἴη τῇ φύσει, τοῦτο δὲ πάλιν οὐκ ἔοικεν ἀλλ' ἰσχυρὸν εἶναι καὶ τρόφιμον καὶ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ· τούτοις γὰρ δὴ καὶ τοὺς βοῦς καὶ τὰ ὑποζύγια χιλεύουσι καὶ ἀνατρέφουσι μετὰ τοὺς θερισμούς. Ἔτι δὲ καὶ αὐτὸς ὁ καρπὸς τῆς ἰξίας μηνύει τὴν ἰσχύν.